Το Απολυτίκιο και τα Μεγαλυνάρια εις τον Όσιο

Ο Γέροντας Ιωαννίκιος αν και είχε τελειώσει μόλις το τετρατάξιο σχολείο, δείχνοντας έμπρακτα την αγάπη και την αφοσίωση του στο Χατζή-Ανανία, το χειμώνα του 2002 εμπνευσμένος από Θεία Φώτιση, θα Τον δοξάσει και θα Τον υμνήσει γράφοντας το βίο Του, καθώς επίσης την Ακολουθία, τη Παράκληση μαζί με τα Μεγαλυνάρια και τα Εγκώμια, όλα αφιερωμένα στη Θεία και θαυματουργή του χάρη.

Ἀπολυτίκιον

Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.

Μαλλῶν τε γόνος καὶ μοναστῶν τὸ καύχημα, τὸν Παράδεισον ἐκ τρίτου προσκυνῆσαι τὸ Πνεῦμα

σου· πηγή ἰαμάτων ἀνεδείχθη ὁ βίος σου, θεοφόρε Πατήρ ἡμῶν Ἀνανία· νηστείᾳ, ἀγρυπνίᾳ, προσευχῇ οὐράνια χαρίσματα λαβῶν· τὴν ψυχήν σου εἰς οὐρανοὺς συνώδευσεν ὁ ἀναστὰς ἡμῶν Κύριος. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Παρακλητικός Κανών

εἰς τὸν Ὃσιον καὶ Θεοφόρον πατέρα ἡμῶν

χατζή-ἈΝΑΝΊΑΝ

Μπαρμπεράκην, μοναχὸν καὶ προσκυνητὴν, κτήτορα καὶ

ἱδρυτὴν τῆς Ἱερᾶς καὶ Σεβασμίας Μονῆς Παναγίας

Ἐξακουστῆς Μαλλῶν Ἱεράπετρας.

Εὐλογήσαντος τοῦ Ἱερέως.

Ἄρχεται ὁ 142ος ψαλμός.

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου,

εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου,

ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμα μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν

μου, Κύριε· ἐξέλιπε τὸ πνεῦμα μου. Μή ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σέ κατέφυγον. Δίδαξον με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Τὸ πνεῦμα σου τὸ ἀγαθόν ὁδηγήσει με ἐν γῆ εὐθεία· ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις

ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολεθρεύσεις τοὺς ἐχθροὺς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλος σου εἰμι.

Εἶτα ψάλλομεν

Ήχος δ΄.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

8

Στίχος Α΄. Ἐξομολογεῖσθαι τῷ κυρίῳ καὶ ἐπικαλεῖσθαι τὸ Ὄνομα τὸ Ἅγιον αὐτοῦ.

Θεὸς Κύριος…

Στίχος Β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσαν μέ, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτοὺς.

Θεὸς Κύριος…

Στίχος Γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος…

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως.

Ὡς εἰληφὼς παρὰ Θεοῦ τὰς δυνάμεις, τοῦ θεραπεύειν τὰς δεινὰς ἀσθενείας, τῶν προσιόντων εὐλαβῶς σοῖς λειψάνοις· ἴασαι δεόμεθα τοὺς δεινῶς θλιβομένους, νόσοις καὶ παθήμασι καὶ πικραῖς ἀλγηδόσι, καὶ ἐν εἰρήνῃ φύλαττε ἡμᾶς, ταῖς σαῖς πρεσβείαις, Ἀνανία Ὅσιε.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν.

Θεοτοκίον.

Ἦχος δ΄.

Οὐ σιωπήσωμέν ποτε Θεοτόκε, * τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· * εἰ μὴ γὰρ σὺ

προΐστασο πρεσβεύουσα, * τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; * Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; * Οὐκ ἀποστῶμεν, Δέσποινα ἐκ σοῦ, * σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ Ψαλμός (χύμα).

Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου

ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοί μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμα σου τὸ Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλώσσα μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν·

ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουθενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν

σου μόσχους.

Καὶ ὁ κανών τοῦ Ὁσίου μετὰ τοῦ στίχου:

Ὅσιε του Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Ἐκ βρέφους θηλάσας τὴν ἀρετὴν, ἐγκρατείας πόνοις καὶ ἱδρῶσιν ἀσκητικοῖς, εἰς πνευματοφόρον ἀνεδείχθης καὶ τὰ ἐγγύς καὶ τὰ πόῤῥω προέλεγες.

Ἐκ βρέφους ἀνέθηκας σεαυτὸν τῷ πάντων Δεσπότῃ καὶ νεκρώσας τὰς ἡδονάς, ζῶσα Τούτῳ γέγονας θυσία, σεαυτὸν ἀναιμάκτως θύων, μακάριε.

Δόξα Πατρί.

Tόν νοῦν σου ἀνέτεινας ἐκ παιδός, ἐν ὅλη καρδίᾳ πρὸς τὸν Ὕψιστον ἀγαθέ, οὗ πόθῳ τρωθείς, ὦ Ἀνανία, ἀγγελικῶς ἐν τῷ κόσμῳ διέλαμψας.

Καὶ νῦν.

Λυχνία ὡράθης χρυσοφαής, τεκοῦσα Σωτῆρα, τὸ ἀπαύγασμα τοῦ Πατρός, ὅθεν τῶν παθῶν μου τὴν ὁμίχλην, εὐχαῖς τοῦ Ἀνανίου, Παρθένε, διάλυσον.

ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.

Ἅπαντα τὸν βίον σου, τοῖς δεομένοις διένειμας, Ἀνανία

Ὅσιε, οὐράνιον πλοῦτον θησαυρίζων, μακάριε.

Νάματα ὡς ἰάματα, τὰ σεπτά σου λείψανα ἀναβλύζουσι,

τοὺς πιστοὺς δὲ κατακλύζουσι, πάτερ Ἀνανία θεόπνευστε.

Δόξα Πατρί.

Ῥείθροις τῶν δακρύων σου καταρδευθεὶς τὴν διάνοιαν,

πλουσίως ἤνεγκας, εὐκαρπίαν οὐράνιον, Ἀνανία πανάριστε.

Καὶ νῦν.

Ἔτεκες Πανάμωμε, δίχα φθορᾶς μετὰ σώματος

τὸν Ποιητὴν τοῦ παντός, ἐκ φθορᾶς τῆς πάλαι τὸν Ἀδάμ ἐκλυτρούμενον.

Διάσωσον, * ἐκ πάσης θλίψεως καὶ βλάβης, * τοὺς

εἰς σὲ καταφεύγοντας ἐν πίστει, *Ἀνανία θεόσοφε.

Ἐπίβλεψον, * ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, * ἐπὶ τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν, * καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος. Εἶτα μνημονεύει ὁ ἱερεύς, δι’ οὗς

ἡ παράκλησις γίνεται, καὶ ἡμεῖς μεθ’ ἑκάστην αἴτησιν ψάλλομεν τὸ

Κύριε, ἐλέησον (γ΄)

καὶ ἐκφώνηση.

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεός ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ

καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.

Ἀμήν καὶ τὸ Κάθισμα.

Ἦχος β΄. Πρεσβεία θερμή.

Tῶν ἰαμάτων κρουνὸς ἀνεξάντλητος, τῶν πιστῶν ἱκετῶν σου προστάτης θερμότατος,

Ἀνανία ἔνδοξε, μακάριε, ἐκ πολυτρόπων κινδύνων ἀπάλλαξον, τοὺς πόθῳ τιμῶντας τὴν θείαν μνήμην σου.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Τόν ἰσάγγελον βίον σου, ὁ Χριστός ηὐλόγησε, Ἀνανία πάτερ Ὅσιε, θείαν χάριν σοι

παρέσχετο, ἐνεργεῖν ἐν πᾶσι τοῖς πιστοῖς τὰ ἰάματα.

Στύλος ὄντως ὁλόφωτος καὶ πνευματοφόρος ἀνήρ γεγέννησαι,

Ἀνανία ὁσιώτατε, καὶ Ἀγγέλων τάξει συναρίθμησαι.

Δόξα Πατρί.

Ἀπενέκρωσας φρόνημα τῆς σαρκός σου ὁσίοις παλαίσμασι,

τὴν ψυχήν σου ἐλάμπρυνας ἀρεταῖς, Ἀνανία πάτερ Ὅσιε.

Καὶ νῦν.

Τῆς ψυχῆς μου τὸν καύσωνα καὶ τοῦ σώματος, ταῖς τοῦ θείου Ἀνανίου εὐχαῖς μοι θεράπευσον, ὡς φιλάγαθος Παρθενομῆτορ Πάναγνε,

τῶν πταισμάτων μου δώρησαι ἄφεσιν.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Ὕψωσας τὸν νοῦν πρὸς Κύριον, Ἀνανία πάνσοφε, ὡς

ξένος καὶ πάροικος τὸν ἐπὶ γῆς βίον σου, θεαρέστως πεπολίτευσαι.

Ἔτι ζῶν, πλείστας ἰάσεις τοῖς πιστοῖς ἀφθόνως ἐχορήγεις·

καὶ πρὸς Θεὸν μετελθὸν τὸ πνεῦμα σου, εὐλαβῶς τρὶς προσκυνῆσαι Παράδεισον.

Δόξα Πατρί.

Ἐσκόρπισας ἐν ἐλέει, τοῖς δεομένοις τὸν βίον σου· σύ δ’

ἀντ’ ἐκείνου, οὐράνιον πλοῦτον ἀπείληφας.

Καὶ νῦν.

Ἴασαι Ἁγνή, τῆς ψυχῆς μου τὴν κατάπτωσιν, καὶ τὸν σάλον τῶν πολλῶν μου λογισμῶν, εἰς γαλήνην καὶ ἀνάπαυσιν μετάβαλε.

ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.

Μεγάλους εἰς ἀρετὴν Ὁσίους, Πάτερ, ἐζήλωσας, καὶ τούτοις πνευματικῶς κατ’ ἴχνος

ἑπόμενος, ἐγκράτειαν ἤσκησας, καὶ ἐγένου πᾶσιν ἀσκουμένοις ἰσοστάσιος.

Δυνάμεις θείας τελῶν, τῇ ἐνεργείᾳ τοῦ Ἁγίου Πνεύματος· ἀνθρώποις τε καὶ κτήνεσιν ἰᾶσαι νοσήματα, καὶ παρέχεις τοῖς δεομένοις, ὧν σοι αἰτοῦσιν τὴν ἴασιν.

Δόξα Πατρί.

Ἐκ βρέφους τῆς ἀρετῆς ἐργάτης ὤφθης θερμότατος, ὦ Ἀνανία σοφέ· διὸ τῶν χαρίτων σε αὐτὴ ἐστεφάνωσε, λαμπρῷ στεφάνῳ, ὡς Θεοῦ ἄξιον σε ἀνέδειξεν.

Καὶ νῦν.

Ῥερυπωμένην ζωὴν ἀφρόνως πολιτευσάμενος, εἰς βάθος θλίψεων νῦν ὁ τάλας κατήντησα· ἀλλὰ σὺ Θεόνυμφε, καθοδήγησόν με, πρὸς λιμένα τὸν σωτήριον.

Διάσωσον, * ἐκ πάσης θλίψεως καὶ βλάβης, * τοὺς ἐν πίστει εἰς σὲ καταφεύγοντας ἐν

πίστει, *Ἀνανία θεόσοφε.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων, τῶν ἡμερῶν τεκοῦσα

δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν. Ὁ Ἱερεύς μνημονεύει ὡς προδεδήλωται.

Εἶτα τὸ Κοντάκιον.

Ἦχος α΄. Χορὸς Ἀγγελικός.

Τὴν νύκτα τῶν παθῶν ἐκφυγὼν θεοφόρε, προσῆλθες νοητῶς τῷ Ἡλίῳ τῆς δόξης·

ἀσκήσει ἐνέκρωσας τῆς σαρκός τὰ σκιρτήματα, ὅθεν γέγονας ὑπογραμμὸς μοναζόντων

καὶ διόρθωσις τῶν πιστοτάτων ἐν βίῳ, διὸ ἀνυμνοῦμέν σε.

Προκείμενον. Ἦχος δ΄.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

Στίχος: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν.

Εὐαγγέλιον.

Ἐκ τοῦ κατὰ Λουκᾶν.

Κεφ. στ´. στίχ. 17-23.

Tῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ καὶ ὄχλος μαθητῶν αὐτοῦ καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν καὶ οἱ ὀχλούμενοι ὑπό πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο· καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ,

ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμούς αὐτοῦ ἔλεγε· «Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστίν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν ὅτι γελάσετε. Μακάριοι ἔστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ

ὄνομα ὑμῶν ὡς πονηρόν ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ

σκιρτήσατε· ἰδού γὰρ ὁ μισθός ὑμῶν πολύς ἐν τῷ οὐρανῷ».

Δόξα Πατρί. Ἦχος β΄.

Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὸ ἀνόμημά μου.

Προσόμοιον.

Ἦχος πλ β΄. Ὅλην

ἀποθέμενοι.

Ἅπαντα τὸν βίον μου, ἐν ἀμελείᾳ διάγων, καὶ πρὸ τοῦ τέλους ἔφθασα ἄκαρπος

ὁ δείλεος, Ὑπεράγαθε· πονηρῶν πράξεων ἐπιφέρω μόνον, φορτία δυσβάστακτα, ἅπερ

Φιλάνθρωπε, σκόρπισον ῥοπῇ τοῦ ἐλέους σου· καὶ δίδου μοι κατάνυξιν καὶ ἐπιστροφὴν τὴν σωτήριον· ταῖς τοῦ Ἀνανίου πρεσβείαις εὐπροσδέκτοις ὁ Θεός, ὃν εἰς πρεσβείαν προσάγω σοι καὶ τὴν σὲ κυήσασαν.

Ὁ ἱερεύς. Σῶσον ὁ Θεός τὸν λαόν σου.

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων ἐνκαμίνῳ.

Ἔτι ζῶν τρὶς εἰς τὸ στερέωμα τοῦ οὐρανοῦ ἀνῆλθες διηγούμενος Θεοῦ ἡμῶν τὴν δόξαν·

σὺν χορείαις Ἀγγέλων ἐκδυσώπει, Ὅσιε Ἀνανία, ὑπὲρ ἡμῶν πρεσβεύων.

Ὅλῳ τῷ πόθῳ συνημμένος, δι’ ἀσκήσεως στεῤῥᾶς σου τῷ Δεσπότῃ· ταῖς αὐτοῦ τρυφᾷς ἐλλάμψεσιν κραυγάζων, εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰώνας.

Δόξα Πατρί.

Τέλος τῶν πόνων εὗρες μάκαρ, τὴν ἀπόλαυσιν τὴν ἐν τῷ Παραδείσῳ· ἐκ στενῆς γὰρ

ὁδοῦ κατήντησας εἰς πλάτος, τῆς Βασιλείας πάνσοφε, εὐλογῶν Θεὸν τῶν πάντων.

Καὶ νῦν.

Ἔτεκες Πάναγνε Μαρία, τὸν ἀχώρητον Δεσπότην τῶν ἁπάντων· ὅν ἀεὶ ὡς υἱόν, ὑπέρ

ἡμῶν δυσώπει, νόσου καὶ πάσης θλίψεως ἀπαλλάξαι, Θεοτόκε.

ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ δοξασθέντα.

Ῥέει ἄφθονον χάριν ἰαμάτων, ἡ πανσέβαστος σορὸς τῶν σῶν λειψάνων· καὶ νοσημάτων σβέννυσι τοὺς ἄνθρακας καὶ φλεγομένους θλίψεσιν ἀτρώτους ἐνθέους ἀναψύχει.

Νόσων παντοίων καὶ κινδύνων, ἰατρὸς φανείς τρισμάκαρ Ἀνανία· τῆς ψυχῆς μου διὸ θεράπευσον τὴν νόσον, καὶ εὐρωστίαν δώρησαι, ταῖς ἐνθέοις σου πρεσβείαις.

Δόξα Πατρί.

Ῥῦσαι, παμμάκαρ Ἀνανία, συνεχόμενόν με, βαρείᾳ ἀσθενείᾳ· καὶ δειναῖς συμφοραῖς, πάθεσι καὶ κινδύνοις, πρὸς τὸν Θεόν τὸν εὔσπλαγχνον, εὐπροσδέκτοις σου πρεσβείαις.

Καὶ νῦν.

Παραδείσου ἀνοίγονται αἱ πύλαι, καὶ φλογίνη παραχωρεῖ ῥομφαία· καὶ τῶν ἀνθρώπων γένος διασῴζεται, τοῦ Θεοῦ καὶ Λόγου, σάρκα εἰληφότος ἐξ ἀπειράνδρου Κόρης.

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τοῦτο ὁ οὐρανός.

Ἐ λπίδι καὶ ἀγάπῃ θωρακισθεὶς, καὶ πιστῶς πεφραγμένος διέλυσας τὰς μηχανὰς,

καὶ τὰς μεθοδίας τοῦ πονηροῦ, καὶ νικητὴς γενόμενος νῦν στεφανηφόρος περιπολεῖς, σὺν ταῖς χοροστασίαις Ἀγγέλων καὶ δικαίων, περὶ τὸν θρόνον τοῦ Παντάνακτος.

Πηγήν σε τῶν θαυμάτων ὡς ἀληθῶς, ὁ Χριστός, ὦ τρισμάκαρ, σὲ ἀνέδειξε τὸν θαυμαστόν, ῥύπους καθαρίζουσαν τῶν παθῶν καὶ νοσημάτων, ἔνδοξε πόνους κατακλύζουσαν εὐχερῶς· διὸ καὶ ποταμόν σε τῶν θείων ἰαμάτων ἀπολαμβάνομεν, μακάριε.

Δόξα Πατρί.

Ἰούδας ὁ φιλάργυρος ἐμπαθῶς Ἰουδαίοις παρέδωκε τὸν Χριστόν· οὕτω καὶ σὺ, μακάριε,

ἐπὶ ἐπισκόπῳ διαβληθείς, ὑπό συγγενοῦς σου συνασκητοῦ, μὲ πληροφορίαις αὐτοῦ ψευδῶς, πληττόμενος ἠνέσχου, παμμάκαρ Ἀνανία, καὶ θαυμαστῶς προβάλλων σὴν ἀθωότητα.

Καὶ νῦν.

Παρθένε καὶ Μήτηρ τοῦ Ποιητοῦ, μητρικῇ παῤῥησία δυσώπει τὸν σὸν Υἱόν, σῶσαι

δυναστείας τυραννικῆς, τοὺς σοὺς ἱκέτας δούλους σου καὶ ἐκ συκοφαντίας τῶν πονηρῶν ἀνθρώπων καταργῆσαι, γαλήνην τε δωρῆσαι καὶ σωτηρίαν τοῖς ὑμνούσί σε.

Ἄξιόν ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καἰ τὰ Μεγαλυνάρια.

Χαίροις ἰαμάτων ὁ ποταμός, ὁ χαρίτων ῥείθροις ἀποπλύνων ῥύπον παθῶν, χαίροις

ὁ νοσοῦσι παρέχων τὴν ὑγείαν, Ὅσιε Ἀνανία, σκέπε τοὺς δούλους σου.

Πράξεσιν ἐμπρέπων ἀσκητικαῖς, λύχνος ἀνεδείχθης διακρίσεως φαεινός· πρὸς γὰρ θεωρίας ἔλλαμψιν ἀνυψώθης καὶ δωρεῶν ἐπλήσθης τῶν ὑπὲρ ἔννοιαν.

Χαίροις τῶν θαυμάτων ὁ ποταμός, χαίροις ἀσθενούντων καὶ πασχόντων ὁ ἰατρός·

χαίροις οὐρανόφρον, Ἀγγέλων συμπολίτα, Ὅσιε Ἀνανία, Μαλλῶν τὸ καύχημα.

Θρόνῳ παριστάμενος τῷ φρικτῷ τοῦ Θεοῦ τῶν ὅλων ἐκδυσώπει ὑπέρ ἡμῶν,

ῥῦσαι ἡμᾶς κινδύνων καὶ πάσης ἄλλης βλάβης καὶ τῆς ἐπικειμένης ἡμῖν κολάσεως.

Χαίροις τεθλιμμένων ὁ ἀρωγός, καὶ τῶν ἀσθενούντων ὁ ταχύτατος ἰατρός, χαίροις ὁ τὰ πάθη διώκων τῶν ἀνθρώπων, Ὅσιε Ἀνανία, Μαλλῶνἀγλάϊσμα.

Ὤφθης ἐκ κοιλίας τῆς μητρικῆς, καθηγιασμένος ὡς ὁ ἔνδοξος Σαμουήλ· ἄξιος

ἐδείχθης δι’ ἐναρέτου βίου, Ὅσιε Ἀνανία, ἀξιοθαύμαστε.

Ἔχων παῤῥησίαν πρός τὸν Θεόν, Ὅσιε τρισμάκαρ, μὴ ἐλλίπῃς ἐκδυσωπῶν, ὑπέρ τῶν

αἰτούντων τὴν θείαν σου πρεσβείαν, ὡς ἄν ἀπαλλαγῶμεν πάσης κακώσεως.

Ἔτι ζῶν ἀνῆλθες εἰς οὐρανούς, τρὶς κατηξιώθης τὰ ἀθέατα κατιδεῖν, Παραδείσου

κάλλη Ἀγγέλων τε χορείας καὶ ἤνεγκας ἐν κόσμῳ ἄρτον οὐράνιον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι

Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Ἀμήν.

Τρισάγιον.

Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἠμᾶς.(γ΄)

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.

Δόξα Πατρί καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι· καὶ νῦν καὶ ἀεὶ

καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς· τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὁ Ἱερεύς.

Ὅτι σου ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ

Ἁγίου Πνεύματος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

Καὶ τὸ ΑΠΟΛΥΤΙΚΙΟΝ.

Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.

Μαλλῶν τε γόνος καὶ μοναστῶν τὸ καύχημα, τὸν Παράδεισον ἐκ τρίτου προσκυνῆσαι τὸ Πνεῦμα σου· πηγή ἰαμάτων ἀνεδείχθη ὁ βίος σου, θεοφόρε Πατήρ ἡμῶν Ἀνανία· νηστείᾳ, ἀγρυπνίᾳ, προσευχῇ οὐράνια χαρίσματα λαβῶν· τὴν ψυχήν σου εἰς οὐρανοὺς συνώδευσεν ὁ ἀναστὰς ἡμῶν Κύριος. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα. Εἶτα ἐκτενής καὶ ἀπόλυσις, μεθ’ ἣν τὸ ἑξῆς τροπάριον.

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.

Πάντας ἐλεεῖς χριστιανούς, τοὺς σοὶ προσδραμόντας καὶ πίστει σὲ ἱκετεύοντας, Ἀνανία ὅσιε, ἀξιοθαύμαστε· διὸ οἴκτιρον ἅπαντας καὶ νῦν τοὺς σούς δούλους, τάχιστα ῥυόμενος τῶν ἀδοκήτων δεινῶν, θλίψεως καὶ νόσου βαρείας, πάντων δυσχερῶν καὶ κινδύνων, εὔχου τῷ Θεῷ ὑπὲρ τῶν τέκνων σου.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ

φύλαξον με ὑπὸ τὴν σκέπην σου.

Ὁ Ἱερεύς.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ἐλέησον ἡμᾶς.

Ἀμήν.

Δίστιχον.

Παράκλησιν ἱεράν, Ἀνανία παμμάκαρ, Ἰωαννίκιος ἁμαρτωλός

ταπεινῶς ᾄδει σοι ἐνθέῳ πόθῳ.

Ποίημα

Ἀρχιμανδρίτου Ἰωαννικίου Ἀνδρουλάκη, ὅς ἰδία χειρὶ ἔγραψε.

Βαχός, ἐν ἔτει 2010.

https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-1-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-2-copy-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-3-copy-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-4-copy-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-5-copy-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-6-copy-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-7-copy-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-8-copy-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-9-copy-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-10-copy-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-11-copy-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-12-copy-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-13-copy-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-14-copy-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-15-copy-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-16-copy-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-17-copy-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-18-copy-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-19-copy-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-20-copy-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-21-copy-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-22-copy-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-23-copy-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-24-copy-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-25-copy-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-26-copy-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-27-copy-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-28-copy-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-29-copy-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-30-copy-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-31-copy-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-32-copy-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-33-copy-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-34-copy-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-35-copy-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-36-copy-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-37-copy-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-38-copy-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-39-copy-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-40-copy-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-41-copy-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-42-copy-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-43-copy-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-44-copy-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-45-copy-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-46-copy-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-47-copy-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-48-copy-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-49-copy-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-50-copy-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-51-copy-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-52-copy-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-53-copy-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-54-copy-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-55-copy-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-56-copy-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-57-copy-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-58-copy-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-59-copy-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-60-copy-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-61-copy-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-62-copy-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-63-copy-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-64-copy-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-4-copy-713x1024.jpg
https://www.osiosxatziananias.gr/wp-content/uploads/2017/11/PARAKLHSH-65-copy-713x1024.jpg

ΕΓΚΩΜΙΑ

Ήχος γ΄. Αι γενεαί πάσαι

Αι γενεαί πάσαι μακαρίζομεν σε, Όσιε Ανανία.

Αι γενεαί πάσαι την μνήμην σου τιμώσι και τους σκληρούς αγώνας.

Των μοναστών τα πλήθη εν σοι γαρ καυχάται ως όντως Θεού δούλω.

Ιάματα πηγάζει η ση σορός λειψάνων και ταύτην προσκυνούμεν.

Έχει σε η Μάνδρα της Εξακουστής Πατέρα και προστάτην.

Μέγας ανεδείχθης εκ των πολλών θαυμάτων, τρισμάκαρ Ανανία.

Την Μάνδραν σου λαμπρύνεις και την γενέτειρα σου τας Μάλλας Θεοφόρε.

Τον άμεμπτον σου βίον υμνούμεν επαξίως, Θεόφρον Ανανία.

Άρχοντες του τόπου και ο απλός λαός σου, εις χάριν σου προστρέχει.

Εν θαλάσση, Πάτερ, ταξίδευες με μέσον ράσον σου, αντί βάρκας.

Μονήν σου την αγίαν φύλαττε, Παμάκαρ επιδρομής βαρβάρων.

Την αδελφότητα της, Όσιε τρισμάκαρ, φύλαττε εις αιώνας.

Και την Ηγουμένην ρύου παντός κινδύνου, Έφορε και προστάτα.

Ραίνομεν την σορόν σου με μύρα και με ύμνους, θεόφρον Ανανία.

Εις τον Καψάν, Θεόφρον, θεοφιλώς ασκήσας με τον Γεοροντογιάννην.

Πέτραν πυρακτωμένην στον Προεστόν κομίζεις με τα γυμνά σου χέρια.

Ζώον του επισκόπου απεκατεστάθη μόνον τη προσταγή σου.

Δόξα Πατρί…

Πάτερ, Λόγε, Πνεύμα, Τριάς η Παναγία, σώζε τους σε υμνούντας.

Και νυν…

Δέσποινα Παναγία, σκέπασε την Μονήν σου με όλην την συνοδείαν.

Και νυν…

Αι γενεαί πάσαι μακαρίζομέν σε όσιε Ανανία.

Δίστιχον.

Ιωαννικίου, εγκώμιων δέξαι, όσιε, στέφο,

Ανανία θεόφρον Μονής Εξακουστής δομήτορ.

ἈΠΟΛΥΤΙΚΙΟΝ

Μαλλν τε γόνος καί μοναστν τό καύχημα, τόν Παράδεισον έκ τρίτου προσκυνσαι τό Πνεμα σου· πηγή αμάτων νεδείχθη ο βίος σου, θεοφόρε Πατήρ μν νανία· νηστεία, γρυπνία, προσευχή οράνια χαρίσματα λαβν· τήν ψυχήν σου ες ορανούς συνδευσεν ναστάς μν Κύριος. Δόξα τ σέ δοξάσαντι Χριστ, δόξα τ σέ θαυμαστσαντι, δόξα τ ενεργούντι διά σο πσιν άματα.

ΜΕΓΑΛΥΝΑΡΙΑ

Χαίροις αμάτων ποταμός, χαρίτων ρείθροις ποπλύνων ρύπον παθν, χαίροις νοσοσι παρέχων την γείαν, σιε νανία, σκέπε τους δούλους σου.

Πράξεσιν μπρέπων σκητικας, λύχνος νεδείχθης διακρίσεως φαεινός· πρός γάρ θεωρίας λαμψιν νυψώθης και δωρεν πλήσθης τν πέρ ννοιαν.

Χαίροις τν θαυμάτων ποταμός, χαίροις σθενούντων και πασχόντων ατρός χαίροις ορανόφρον, γγέλων συμπολτα, σιε νανία, Μαλλν το καύχημα.

Θρόν παριστάμενος τ φρικτ, το Θεο τν λων κδυσώπει πέρ μν· ρσαι μς κινδύνων και πάσης λλης βλάβης και τς πικειμένης μν κολάσεως.

Χαίροις τεθλιμμένων ρωγός, καί τν σθενούντων ταχύτατος ατρός, χαίροις τά πάθη διώκων τν νθρώπων, σιε νανία, Μαλλν γλάϊσμα.

φθης κ κοιλίας τς μητρικς καθηγιασμένος ς νδοξος Σαμουήλ ξιος δείχθης διναρέτου βίου, σιε νανία, ξιοθαύμαστε.

χων παρρησίαν πρός τόν Θεόν, σιε τρισμάκαρ, μή λλίπς κδυσωπν, πέρ τν ατούντων τήν θείαν σου πρεσβείαν, ς ν παλλαγμεν πάσης κακώσεως.

τι ζν νλθες ες ορανούς, τρίς κατηξιώθης τά θέατα κατιδεν Παραδείσου κάλλη γγέλων τε χορείας καί νεγκας ν κόσμ ρτον οράνιον.

Πσαι τν γγέλων α στρατιαί, Πρόδρομε Κυρίου, ποστόλων δωδεκάς, ο γιοι Πάντες μετά τς Θεοτόκου, ποιήσατε πρεσβείαν, ες τό σωθναι μς.